fbpx
Απευθείας Μετάδοση Κυριακάτικης Θείας Λειτουργίας

Απευθείας Μετάδοση Κυριακάτικης Θείας Λειτουργίας

Κυριακή ΙΓ΄Λουκά - Ζωντανή Μετάδοση της Θείας Λειτουργίας από το Μετόχι Ιεράς Μονής Κύκκου, Ιερός Να…

Κυριακή Θ΄ Λουκά - Ζωντανή Μετάδοση της Θείας Λειτουργίας από το Μετόχι Ιεράς Μονής Κύκκου, Ιερός Να…

Κυριακή Η΄ Λουκά - Ζωντανή Μετάδοση της Θείας Λειτουργίας από το Μετόχι Ιεράς Μονής Κύκκου, Ιερός Να…

Κυριακή Ε’ Λουκά - Ζωντανή Μετάδοση της Θείας Λειτουργίας από το Μετόχι Ιεράς Μονής Κύκκου, Ιερός Να…

Κυριακή Ζ’ Λουκά - Ζωντανή Μετάδοση της Θείας Λειτουργίας από το Μετόχι Ιεράς Μονής Κύκκου, Ιερός Να…

ΤΑΞΙΣ ΙΕΡΩΝ ΑΚΟΛΟΥΘΙΩΝ
2024
Εκκλησία Κύπρου 
Ιερά Μονή Κύκκου 
Ορθόδοξη εκκλησία Κύπρος
Ελληνικά
ΤΑΞΙΣ ΙΕΡΩΝ ΑΚΟΛΟΥΘΙΩΝ 2023
Μητροπολίτου Κύκκου και Τηλλυρίας κ.κ. Νικηφόρου «Το Σύγχρονο Ουκρανικό Ζήτημα και η κατά τους Θείους και Ιερούς Κανόνες επίλυσή του»

Δέησης στην Παναγία την Κυκκώτισα – Πανιερώτατος Μητροπολίτης Κύκκου και Τηλλυρίας κ. Νικηφόρος


Εὐχὴ εἰς τὴν Κυκκώτισσαν Ἐλεοῦσαν
διὰ τὴν κατάπαυσιν τοῦ πολέμου ἐν Οὐκρανίᾳ,
ἀπομάκρυνσιν ὀλεθρίου πυρηνικῆς ἀπειλῆς
καὶ ἀπελευθέρωσιν τῆς, οἴμοι, κατεχομένης Κύπρου


Κεχαριτωμένη Μῆτερ τοῦ εἰρηνάρχου καὶ πανευϊλάτου Θεοῦ Λόγου, τοῦ εἰπόντος ἐν τῷ Μυστικῷ Αὐτοῦ Δείπνῳ «Εἰρήνην ἀφίημι ὑμῖν, εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν» ( Ἰωάν. ιδ΄ 27) καὶ προτρέποντος ἡμᾶς «εἰρηνεύειν ἐν ἀλλήλοις» (Μᾶρκ. θ΄ 20), ἡ συμπαθῶς ἐφορῶσα ἐπὶ τοὺς σὲ μεγαλύνοντας, Κυκκώτισσα Ἐλεοῦσα, καὶ θέλουσα ἐκ τοῦ δένδρου τῆς ἐπιστημονικῆς γνώσεως συλλέγειν τοὺς ἀνθρώπους καρποὺς μόνον ἀγαθοὺς πρὸς εὐημερίαν τῶν λαῶν καὶ οὐχὶ σαπροὺς καὶ δηλητηριώδεις πρὸς σκληρὸν καὶ ἀργὸν θάνατον αὐτῶν, ἡ εἰρηνοποιὸς δύναμις τῶν ἀντιμαχομένων, ἡ καταφυγὴ καὶ παραμυθία τῶν θλιβομένων καὶ τῶν ἐν συμφοραῖς ὄντων, ἡ ἐπίσκεψις τῶν ἐν ἀνάγκαις καὶ ἡ ἰσχὺς τῶν ἀδυνάτων, ἡ ποδηγετοῦσα τοὺς ἐν ὑπεροχῇ ὄντας καὶ ἐξουσιάζοντας λαοὺς πρὸς εὐημερίαν, εἰρήνην καὶ πρόοδον αὐτῶν, ἡ ἐκ τοῦ ὕψους τοῦ θρόνου σου ἐν τῷ δασυσκίῳ Τροόδει ἐπιβλέπουσα καὶ παραμυθοῦσα τοὺς αἴροντας ἐν τῇ Κύπρῳ καὶ πάσῃ τῇ οἰκουμένῃ τὸν σταυρὸν τοῦ πόνου καὶ τοῦ ὀδυρμοῦ ἐκ τῶν πολεμικῶν καταστροφικῶν συῤῥάξεων καὶ τοῦ ἀδίκου θανάτου τόσον τῆς μαχίμου νεότητος, ὅσον καὶ τῶν ἀμάχων, δέξαι, Κυρία Κυκκώτισσα, τὴν δέησιν ἡμῶν καὶ εὐχαῖς σου ἀδιαλείπτοις πρὸς τὸν Κύριον Ἰησοῦν, τὴν ἐξ οὐρανοῦ πετασθεῖσαν εἰς γῆν περιστερὰν τῆς εἰρήνης, κατάπαυσον τοὺς πολέμους. Ἴδε τὸν πόνον καὶ τὴν ὀδύνην τῶν ὁμοδόξων ἐν Οὐκρανίᾳ, Ῥωσίᾳ καὶ ἀλλαχοῦ ἀδελφῶν ἡμῶν, τὰ δάκρυα ἐν τοῖς ὀφθαλμοῖς αὐτῶν, τὸν ψυχικὸν τάραχον καὶ σκοτομήνην αὐτῶν, ἐπιβολῇ ἀλλοτρίων ἀντιμαχομένων δυνάμεων· σκέδασον εὐχαῖς σου τὴν ἀχλὺν ἀπειλῆς πυρηνικοῦ ὀλέθρου ἐξ ἄφρονος ἀποφάσεως ἀνδρῶν, ἐπιβούλων τῆς ἐξουσίας καὶ δοκούντων ἄρχειν τῶν ἐθνῶν, φωτίζουσα τὸν νοῦν αὐτῶν καὶ συνετίζουσα αὐτοὺς εἰδέναι ἑαυτοὺς καὶ ποιεῖν τὸ ἅγιον θέλημα τοῦ Υἱοῦ σου, μακαρίζοντος τοὺς εἰρηνοποιούς, υἱοὺς Θεοῦ λέγοντος αὐτοὺς κληθήσεσθαι· τοὺς πυρηνικοὺς ἐπιστήμονας ἴθυνον πρὸς ἐφαρμογὴν τῆς γνώσεως αὐτῶν εἰς τομεῖς ὑγιείας καὶ προόδου καὶ οὐχὶ εἰς τομεῖς πολεμικῶν, ὀλεθρίων συμφορῶν καὶ θανάτου.


Ῥῦσαι ἡμᾶς ῥυπτικαῖς σου πρὸς Ὕψιστον πρεσβείαις ἐκ τῶν ὁρατῶν καὶ τῶν ἀοράτων ἐχθρῶν καὶ λύτρωσαι ἡμᾶς ἐκ τῆς καταδυναστείας τοῦ διαβόλου διαλύουσα τὰς καθ᾿ ἡμῶν παγίδας αὐτοῦ. Δεῖξον ἡμᾶς Νινευϊτῶν ὁμοζήλους ἐν μετανοίᾳ καὶ ἐπακούουσα τῶν στεναγμῶν τῶν πολεμουμένων καὶ τῶν παρακλήσεων αὐτῶν σπλαγχνίσθητι ἐπ’ αὐτοὺς καὶ λύτρωσαι αὐτοὺς ἐκ τῆς ἐξοντωτικῆς μανίας τῶν ἐπιτιθεμένων. Κατάργησον πολέμους, ἐκδικήσεις καὶ σπαραγμοὺς καὶ παῦσον τὰ μίση καὶ τὰ πάθη τῶν ἀδελφῶν ἡμῶν, ἡ μήτηρ τῆς ἀπείρου Ἀγάπης.

Ἀξίωσον ἡμᾶς, εἰρήνης καὶ ἐλέους Μῆτερ, Κυκκώτισσα, ὧν αἱ ἀνομίαι καὶ ἁμαρτίαι ὑπερῆραν τὰς κεφαλάς, ἐν ἠρεμίᾳ βλέπειν τὰς λανθασμένας ἀποφάσεις τῶν ἡγητόρων, γενομένη ἡμῖν ἵλεως καὶ ἐλπὶς καὶ κραταίωμα· ἐνθάῤῥυνε τὴν νεότητα τιθέναι στόχους ὑψηλούς, εἰρηνικοὺς καὶ φιλανθρώπους καὶ ἐκπαίδευε αὐτὴν ἐργάζεσθαι διὰ τὴν εἰρήνην τοῦ κόσμου· ἐξαπόστειλον λιταῖς σου ἁγίους Ἀγγέλους περιφρουρεῖν, παραμυθεῖν καὶ χαρίζεσθαι ὑπομονὴν τοῖς ἐκ τῶν πολεμικῶν συγκρούσεων πρόσφυξι καὶ τοῖς διαμένουσιν ἐν τοῖς τῶν πατρῴων ἑστιῶν ἐρειπίοις ἐκ τῆς μήνιδος τῶν ἀντιμαχομένων παρατάξεων.


Ἐπάκουσον οὖν, Κυρία Κυκκώτισσα, ὡς εὔσπλαγχνος τῆς ἱκετηρίας φωνῆς τῶν οἰκετῶν σου καὶ ἐλθὲ εἰς βοήθειαν πάντων τῶν δοικιμαζομένων ἀνὰ τὴν ὑφήλιον ἀδελφῶν ἡμῶν· παῦσον τὴν καταιγίδα ἐκ τῶν πολεμικῶν συμφορῶν καὶ ἀξίωσον ἡμᾶς ταχὺ ἰδεῖν τὴν ἴριδα ἐν τῷ οὐρανῷ τῆς εἰρήνης· προσάγαγε τὴν ἱκεσίαν ἡμῶν ὡς θυμίαμα εὐῶδες τῷ Θρόνῳ τοῦ Παντάνακτος καὶ φιλανθρώπου Υἱοῦ σου, τοῦ Ἄρχοντος τῆς εἰρήνης, καὶ τὰς μὲν ψυχὰς τῶν ἀδίκως ἀποχωρισθέντων ἐκ τῆς συγγενείας αὐτῶν ὁμοδόξων ἐν Οὐκρανίᾳ, Ῥωσίᾳ καὶ ἀλλαχοῦ ἀδελφῶν ἡμῶν λιταῖς σου κατάταξον μετὰ τῶν ἁγίων Αὐτοῦ, ἔνθα οὐκ ἔστι πόνος, οὐ λύπη, οὐ στεναγμός, τοὺς δὲ βαρυαλγοῦντας ἐκ τοῦ βαθυτάτου πένθους ἀδελφοὺς ἡμῶν ἐν τῇ πίστει παρηγόρησον τῇ μητρικῇ σου πρὸς Θεὸν παῤῥησίᾳ.


Ἔτι δὲ λάλησον, Μῆτερ τοῦ ἐξαποστέλλοντος περιστεράν, καταλλαγῆς σύμβολον, φιλανθρώπου Υἱοῦ σου, ἀγαθὰ ἐν ταῖς καρδίαις τῶν στυγνῶν τῆς πολυπάθου ἡμῶν πατρίδος, τῆς ἡρωοτόκου Κύπρου, εἰσβολέων, στενούσης ὑπὸ τὸ βάρος τῆς πολυχρονίου κατοχῆς καὶ καταπατήσεως τῶν ἀρχῶν τοῦ διεθνοῦς δικαίου, τῆς ἀνεξαρτησίας καὶ αὐτοδιαθέσεως, πρὸς ἐπικράτησιν τῆς ἄνωθεν εἰρήνης, τῆς ἠθικῆς, τῆς ἐλευθερίας καὶ τῆς εἰρηνικῆς τῶν ἐν τῇ νήσῳ ἡμῶν οἰκούντων συμβιώσεως. Ἀπομάκρυνον ἐκ τῆς αἱματοβρέκτου ἡμῶν μεγαλονήσου Κύπρου τοὺς στρατιωτικῇ βίᾳ κατέχοντας τὴν τῶν προγόνων ἡμῶν χθόνα, ἣν ἡγίασαν οἱ ὀχετοὶ τῶν αὐτῶν αἱμάτων καὶ τὰ ῥεύματα τῶν δακρύων τῶν ἐν αὐτῇ ἀσκησάντων θεοφόρων ἡμῶν πατέρων. Ἀνάτειλον ἦμαρ εἰρηνικῆς ἐπιστροφῆς χρυσαυγέστατον εἰς τὰς προγονικὰς ἑστίας τοῖς ἀπηνῶς ὑπ’ αὐτῶν ἀπομακρυνθεῖσι Κυπρίοις ἀδελφοῖς ἡμῶν. Ἀπομάκρυνον εὐχαῖς σου τοὺς πολεμικῇ βίᾳ ἀδίκως κατέχοντας Κυπριακὰ ἐδάφη καὶ εἰρήνευσον καὶ διασφάλισον τὴν ὁμαλότητα τῆς συμβιώσεως τῶν θρησκευτικῶν κοινοτήτων τῆς νήσου πρὸς εὐημερίαν καὶ πρόοδον ὡς καὶ ἀξιοπρέπειαν τῶν προσώπων. Ἐξάλειψον ἀπὸ προσώπου τῆς νήσου Κύπρου τὸν στεναγμὸν τῶν καμνόντων καὶ ἀδικηθέντων ἐκ τῆς παμμιάρου εἰσβολῆς τῶν αὐτῆς ἐπιβούλων.


Ναί, Κυρία Ἐλεοῦσα, Κυκκώτισσα, παραμυθία πάντων τῶν θλιβομένων, ἡ τὰς λύπας τῶν οἰκετῶν σου εἰς χαρὰν μεταποιοῦσα, ἡ τὴν ῥομφαίαν τῆς λύπης δεχθεῖσα ἐν τῇ πανάγνῳ σου καρδίᾳ, ὅτε τὸν σὸν Μονογενῆ κατεῖδες ἐπὶ ξύλου κρεμάμενον, μάκτρῳ τῶν σῶν πρὸς Αὐτὸν δεήσεων, τὸν εὐδιάλλακτον καὶ φιλάνθρωπον Υἱόν σου καὶ Κύριον, ἀπέλασον ἐκ τῆς οἰκουμένης πᾶσαν πυρηνικὴν ἀπειλὴν καὶ δώρησαι τὰ ἀγαθὰ τοῦ Παναγίου Πνεύματος, εἰρήνην καὶ ὁμόνοιαν, δικαιοσύνην καὶ ἤρεμον καὶ ἡσύχιον βίον πᾶσι τοῖς δεινῶς δοκιμαζομένοις ὑπὸ τοῦ πολέμου ἀδελφοῖς ἡμῶν· ἀπόσμηξον τὰ δάκρυα πάντων ἡμῶν τῶν ὀδυνωμένων ἐκ τῆς λύπης τοῦ πολέμου καὶ πάντων τῶν ἐν κλίναις τοῦ πόνου κατακειμένων τραυματιῶν, δεήσεσιν ἐνθέρμοις σου πρὸς τὸν διδάξαντα τοὺς ἀνθρώποις ἀγάπην καὶ εἰρήνην ἔχειν πρὸς ἀλλήλους· κατάπεµψον τὴν χάριν σου τὴν ἐπουράνιον καὶ ἐλέησον ἡµᾶς, κατὰ τὸ μέγα τοῦ Υἱοῦ σου ἔλεος, πάσης ἀνάγκης ῥυοµένη, ἵνα μακαρίζωμέν σε εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Δρ Χαραλάμπης Μ. Μπούσιας
Μέγας Ὑμνογράφος τῆς τῶν Ἀλεξανδρέων Ἐκκλησίας



Η Κοίμησις της Θεοτόκου – Αρχιερατικό Συλλείτουργο στην Ιερά Βασιλική και Σταυροπηγιακή Μονή Παναγίας του Κύκκου (Βίντεο)
https://imkykkou.org.cy/archives/12382
https://youtu.be/FISS1vxyvfM