Των αγίων Μυροφόρων γυναικών, Ιωσήφ του από Αριμαθαίας καὶ Νικοδήμου – Μετόχι Ιεράς Μονής Κύκκου Άγιος Προκόπιος

Μυροφόρες είναι οι γυναίκες που ακολουθούσαν το Κύριο μαζί με τη Μητέρα του, έμειναν μαζί της κατά την ώρα του σωτηριώδους πάθους και φρόντισαν να αλείψουν με μύρα το σώμα του Κυρίου. Όταν δηλαδή ο Ιωσήφ και ο Νικόδημος ζήτησαν κι’ έλαβαν από το Πιλάτο το δεσποτικό σώμα, το κατέβασαν από το σταυρό, το περιέβαλαν σε σινδόνια μαζί με εκλεκτά αρώματα, το τοποθέτησαν σε λαξευτό μνημείο κι’ έβαλαν μεγάλη πέτρα πάνω στη θύρα του μνημείου, παρευρίσκονταν θεωρώντας κατά τον ευαγγελιστή Μάρκο η Μαρία η Μαγδαληνή και η άλλη Μαρία που καθόταν απέναντι του τάφου. Άλλη Μαρία εννοούσε οπωσδήποτε τη Θεομήτορα. Δεν παρευρισκόταν μόνο αυτές, αλλά και πολλές άλλες γυναίκες όπως αναφέρει και ο Λουκάς.

 

Ευαγγέλιον
ΚΑΤΑ ΜΑΡΚΟΝ ΙΕ´ 43 – 47

43 ἐλθὼν Ἰωσὴφ ὁ ἀπὸ Ἁριμαθαίας, εὐσχήμων βουλευτής, ὃς καὶ αὐτὸς ἦν προσδεχόμενος τὴν βασιλείαν τοῦ Θεοῦ, τολμήσας εἰσῆλθε πρὸς Πιλᾶτον καὶ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ. 44 ὁ δὲ Πιλᾶτος ἐθαύμασεν εἰ ἤδη τέθνηκε, καὶ προσκαλεσάμενος τὸν κεντυρίωνα ἐπηρώτησεν αὐτὸν εἰ πάλαι ἀπέθανε· 45 καὶ γνοὺς ἀπὸ τοῦ κεντυρίωνος ἐδωρήσατο τὸ σῶμα τῷ Ἰωσήφ. 46 καὶ ἀγοράσας σινδόνα καὶ καθελὼν αὐτὸν ἐνείλησε τῇ σινδόνι καὶ κατέθηκεν αὐτὸν ἐν μνημείῳ ὃ ἦν λελατομημένον ἐκ πέτρας, καὶ προσεκύλισε λίθον ἐπὶ τὴν θύραν τοῦ μνημείου. 47 ἡ δὲ Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία Ἰωσῆ ἐθεώρουν ποῦ τίθεται.

ΚΑΤΑ ΜΑΡΚΟΝ ΙϚ´ 1 – 8

1 Καὶ διαγενομένου τοῦ σαββάτου Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ τοῦ Ἰακώβου καὶ Σαλώμη ἠγόρασαν ἀρώματα ἵνα ἐλθοῦσαι ἀλείψωσιν αὐτόν. 2 καὶ λίαν πρωῒ τς μιᾶς σαββάτων ἔρχονται ἐπὶ τὸ μνημεῖον, ἀνατείλαντος τοῦ ἡλίου. 3 καὶ ἔλεγον πρὸς ἑαυτάς· Τίς ἀποκυλίσει ἡμῖν τὸν λίθον ἐκ τῆς θύρας τοῦ μνημείου; 4 καὶ ἀναβλέψασαι θεωροῦσιν ὅτι ἀποκεκύλισται ὁ λίθος· ἦν γὰρ μέγας σφόδρα. 5 καὶ εἰσελθοῦσαι εἰς τὸ μνημεῖον εἶδον νεανίσκον καθήμενον ἐν τοῖς δεξιοῖς, περιβεβλημένον στολὴν λευκήν, καὶ ἐξεθαμβήθησαν. 6 ὁ δὲ λέγει αὐταῖς· Μὴ ἐκθαμβεῖσθε· Ἰησοῦν ζητεῖτε τὸν Ναζαρηνὸν τὸν ἐσταυρωμένον· ἠγέρθη, οὐκ ἔστιν ὧδε· ἴδε ὁ τόπος ὅπου ἔθηκαν αὐτόν. 7 ἀλλ’ ὑπάγετε εἴπατε τοῖς μαθηταῖς αὐτοῦ καὶ τῷ Πέτρῳ ὅτι προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν· ἐκεῖ αὐτὸν ὄψεσθε, καθὼς εἶπεν ὑμῖν. 8 καὶ ἐξελθοῦσαι ἔφυγον ἀπὸ τοῦ μνημείου· εἶχε δὲ αὐτὰς τρόμος καὶ ἔκστασις, καὶ οὐδενὶ οὐδὲν εἶπον· ἐφοβοῦντο γάρ.